Springe zu MainSpringe zum EndeSpringe zur Sidebar
Zur Startseite gehen (Dekorationselement: Rhodomans Kopf)
RhodomanologiaDas poetische Werk von Lorenz Rhodoman bis 1588
Dekorationselement: Rhodomans Hände schreiben auf einem Blatt Papier.

Dorische Totenklage um Luther

Gr.

A 5v In Lutherum vi- rum Dei et prophe- tam Germaniae et obitum eiusdem, Laurentii Rho- demanni Saxwerfensis, Δωριστί 1 Πιερίδες νύμφαι τε θεαὶ καλυκώπιδες ἁγναί, 2 ταὶ ῥὰ νάπας ποταμώς τε καὶ ἄλσεα πυκνὰ φιλεῖτε, 3 μυρόμεναι στοναχεῖτε, γόω δ’ ἐξάρχετε πρᾶται· 4 ἀνέρα μοι κλαίοιτε θεόκριτον, ὃς κάμε πολλά, 5 μυρία δ’ αὖ τέτλακε διὰ κλέος Οὐρανόπαιδος, 6 Λουθᾶρον Χριστοῖο τὸν ἱμερόεντα προφήταν, 7 ὃς κνέφας ἁδυφαεῖ φθισίμβροτον ἤλασεν αὐγᾷ, 8 ἀντολίαν δ’ ἤνοιγε φαεσφόρος οἷά τις ἀστὴρ 9 ἀντέλλων φλογερῇσι μετὰ σκότος ἀκτίνεσσιν , 10 ἐκ δ’ ἐκάλεσσε φάος σωσίμβροτον ἠριγενείας· 11 ἔκτανε δ’ Αὐσόνιον λύκον, ὃς φθόρος ἔπλετο μάλων, 12 πολλὰς δ’ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψε, 13 ψεύδε’ ἐρῶν ἐτύμοισιν ὁμοίϊα, λυγρὰ παρασχὼν 14 φάρμακ’, ἀλάθειάν τε λεωσόον ἀχλύϊ κρύψας. 15 ἄρχετε Τευτονικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. A 6r 16 νῦν ὄϊες γοάοιτε· νομεὺς τέθνακεν ἄριστος, 17 ὃς Ῥώμαν ἀπέπαυσεν ἀγηνορίας τε καὶ ὄλβω 18 καινόμενος Παπᾶν κακομηδέα, σίντορα λαῶν, 19 Χριστοφίλοις τ’ ὀΐεσσιν ἐλεύθερον ἆμαρ ὄπασσε. 20 τῆνόν τοι Παπᾶν, μελέοις δήλαμα βροτοῖσι, 21 Τισιφόνα γενέτειρα τέκε Στυγὸς ἀμφὶ ῥεέθροις 22 σπέρμα κακὸν Πλουτῆος, ἀμειδάτοιο τυράννω. 23 ἄρχετε Τευτονικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. 24 νῦν μύρεσθε νομεῖς· λιγυρώτατος ᾤχετ’ ἀοιδῶν, 25 ᾤχετ’ ἀοιδότατος, πασέων ὀχεταγὸς ἀοιδᾶν, 26 παντοίας πηγὰ διδαχᾶς, θεόμαντις ἀλαθής. 27 σιγάθη Χριστοῖο φίλον στόμα, κοὐκέτι μέλπει 28 ἁρμονίας κιθάρα θεοδέγμονος· οὐκέτι θέλγει 29 ἁμερίων ψυχὰς πολυγαθέας, ἀλλὰ πέπαυται. 30 ἄρχετε Τευτονικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. 31 θευλογίης μέγα κῦδος ἀπώλετο ζωοδοτείρας, 32 εὐσεβίας φωστὴρ θεοφεγγέος ἀγλαὸς ἔσβα, 33 ἔσβα· μηκέθ’ ἵησι φερεζώους ἀμαρυγάς. 34 αἲ αἲ, ὡς τάχα φλὸξ τερψίμβροτος ἐξεμαράνθα, 35 ἃ νόον εἰς μερόπων νοερὼς σπινθᾶρας ἴηλεν 36 ἔνδοθεν εἰλυφόωντας, ἔγειρε δὲ θερμὸν ἔρωτα 37 ζωᾶς ἀφθάρτοιο θοᾷ μετὰ πνεύματος ὁρμᾷ. 38 ἄρχετε Τευτονικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. 39 ποῖ μοι πᾶσι ποθατὸν ἔβα κάρα πᾶσι φιλατόν, 40 ὑμνατὰς μακάρων γλυκεροθρόος, ἔξοχον ἀνδρῶν A 6v 41 ὄμμα θεοφραδέων, μυστᾶν κλέος, ἕρμα τὸ μάνδρας 42 φρουρός τ’ ἐσθλομέριμνος ἀεὶ φρεσὶν αἴσιμα εἰδώς; 43 φεῦ φεῦ, ὡς οὔκ ἐστι πεπρωμένον ἐξαλέασθαι 44 οὐδ’ ὀλίγον θνατοῖσιν ἐπὶ χθονὶ σῖτον ἔδουσι. 45 πάντες ἐπὶ ξυνὰν ὁδὸν ἐρχόμεθ’, οἳ χόος ἐσμέν, 46 πλάσμα μινυνθάδιον, βιότω δ’ ὅρον οὐκ ἐσορῶμες. 47 οὐ κράτος οὔτ’ ἀρετὰ πολυήρατος οὔτε τις ὄλβος 48 ἀμβολίαν Μοιρᾶν ποιεῖ τινα. πᾶσι θανεῖσθαι 49 προσκεῖται μερόπεσσιν ὁμῶς ἀγαθοῖς τε κακοῖς τε· 50 ὡς ὅ γε, καίπερ ἐὼν ἔργοις τε λόγοις τε φέριστος 51 ἀνδρῶν, τὼς τρέφε γαῖα, Θεῷ τ’ ἄγχιστα ἐοικώς, 52 οὐ βέλος ἐξαλέεινε ταναλεγέος θανάτοιο. 53 ἄρχετε Τευτονικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. 54 τῆνον τὸν μακάρεσσι φιλαίτατον ἅρπασε Μοῖρα 55 Χριστογόνοις τ’ ἀγέλαισιν ἐράσμιον, ἅρπασεν, αἲ αἲ, 56 τὸν σοφὸν ἐν μύθοισι καὶ ἐν καμάτοισιν ἄοκνον, 57 καρτερὸν ἐν πολέμοισι καὶ ἄλκιμον ἶφι μάχεσθαι 58 ἀντιβίοις Χριστοῖο, τὸν ἐν μελέτῃσιν ἄγρυπνον, 59 ἐν βιότῳ φιλόκαλον, ἀκήρατον, αἰὲν ἄμωμον, 60 σώφρον’, ἐν εὐχωλαῖς θεοπειθέα, πίστεϊ λαμπρόν, 61 ἐν δ’ ἄρα κινδύνοισιν ἀταρβέα, δεῖγμα τέλειον 62 ἀνορέας σοφίας τε θεοστεφέων τ’ ἀρετάων. 63 ἄρχετε Τευτονικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. 64 οὔκ ἐσθ’ οὗτος ἀνήρ, οὐκ ἔσσεται, οἷος ἐκεῖνος, 65 θειογόνοις βουλαῖσι καὶ ἔργμασιν ἔξοχ’ ἄριστος· A 7r 66 μοῦνος ἔην λαῶν μέγ’ ὑπείροχος ἀχέτα ποιμὰν 67 αἰὲν ὑπὸ πραπίδεσσι θεόσσυτα μήδεα νωμῶν, 68 ὑψιβόας Στέντωρ τριάδος μέγα κοιρανεούσης, 69 Ἡρακλῆς ἐν ἀγῶσιν, ἐν ὑσμίνῃσιν Ἀχιλλεύς, 70 Ἕκτωρ ἐν προμάχοισιν, ἐν ἀστράσι φωσφόρος ἄλλος, 71 ἐν δὲ φυτοῖσι ῥόδον, γλυκὺς ἐν λάεσσιν ἴασπις, 72 κύκνος ἐν ὀρνίθεσσιν, ἐν ἀνδράσιν ἄγγελος ἁγνός. 73 ἄρχετε Τευτονικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. 74 τῶ μὲν ἀπὸ γλώσσας βρονταὶ πρηστᾶρας ἴαλλον 75 εἰς φρένας, ἄνθρωποι δὲ τεθαπότα θυμὸν ἔχοντες 76 ῥηϊδίως πείθοντο Θεῶ μεγάλῃσιν ἐφετμαῖς. 77 οἰκτροσύναν δ’ ἔκφρασσε Θεῶ φρενοθελγέϊ φωνᾷ, 78 ὡς θνατοῖς ἐτέτυκτο βίω νεοτερπέος ἀρχά, 79 ὡς οὐδὲν σθένος ἐστὶν ἐν οὐτιδανοῖσι μέλεσσι 80 καὶ πραπίδεσσι βροτῶν, μούνα δ’ ἄρα πίστις ὁδαγεῖ 81 εἰς βίον ἀστυφέλικτον ἄτερ θεομισ[τ]έος ἔργου. 82 ἔργα γὰρ ἀνθρώπεια πυρᾶς ἀντάξι’ ἀπαύστου. 83 ἄρχετε Τευτονικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. 84 τοῖα μὲν ἐξεβόασε Θεῷ πολὺ φίλτατος ἀνὴρ 85 λαοσόοις στομάτεσσι, βοὰ δ’ εἰς πείρατα γαίης 86 ἄσχετος ἐξεπέρασε καὶ οὐκ ἀποφώλιος ἦεν. 87 πλεῖστον γὰρ κέρδηνε Θεῷ κοσμάτορι πάντων 88 λαὸν ὑπὲρ νεφέων πεφορημένον ἔμφρονι ῥιπᾷ 89 πίστεος, ἐνναετᾶν δ’ ἐπιδευέα πλῆσεν Ὄλυμπον. 90 ἄρχετε Τευτονικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. A 7v 91 εἴσιδεν, εἰσήκουσε δυσώνυμος Ἀντίχριστος · 92 ὡς δ’ ἴδεν, ὡς ἤκουσε, δεδηγμένος ἦτορ ἀνίᾳ 93 εἰς μανίαν ἐτράπη, λελιαμένος ἀντιμάχεσθαι. 94 οὗτος γὰρ μακάρεσσιν ὁμοιωθάμεναι αὐτοῖς 95 ἤθελεν αὐτογενέσσι γέρας τιμάν τε καὶ αἰδῶ 96 καὶ κλέος, οὔτε λέγων ᾐσχύνετο δῶρον Ὀλύμπω 97 ὠνατὸν χρυσῶ τε καὶ ἀργύρω ἠδὲ καὶ ἔργων 98 ἔμμεναι, ἀλλ’ οὐ προῖκα Θεοῦ πυλεῶνας ἀνῷχθαι. 99 βάσκε δ’ ἔχειν κληῗδας ἐπουρανίου βασιλείης 100 καὶ κρατέειν πάντων τε νόμων πασῶν τε θεμίστων, 101 ἀμβροσίας δ’ ἔμεναι ταμίας γαυροῦτο τραπέζης. 102 ἐξ ὧ θασαυρώς τε καὶ ἄσπετον ὄλβον ἄγειρεν 103 ἁβροσύνας τ’ ἐκόρεσσεν Ἀρηΐδα ματέρα Ῥώμαν. 104 οὐδὲ μόνον λάκτιζε διοτρεφέας βασιλῆας 105 ποσσὶν ἐπεμβαίνων, ἀλλ’ οὐρανὸν αὐτὸν ἔμελλεν 106 ἀμφιέπειν σκήπτροισι κελευέμεναί τε θεοῖσιν. 107 ἀλλ’ οὐ προὐχώρασε, τό περ φρεσὶ μήδετ’ ἐέλδωρ· 108 ἦ γάρ μιν κατέπαυσεν ἀγηνορίας θρασυμήδας 109 οὐρανοπεμπτὸς ἀνὴρ ὑψαχέος ἔντεσι γλώσσας 110 χειρῶν τ’ ἐργοπόνοισι χαράγμασιν ἔνθεα θύων, 111 οὐδὲ μὲν οὐδ’ ἀκονητί (τίς ἀργαλέον γὰρ ἄεθλον 112 πρᾶξεν ἄνευ ἱδρῶτος;)· ὁ γὰρ μένος ἀντί’ ἔρεισεν 113 ἄπλετον, ἀλλὰ μάτασε πρὸς ἄλγεσιν αἴσχεα πάσχων. 114 φωνά μιν νίκασε θεοσσεύτοισι βελέμνοις, 115 ἐκ δ’ αὐτᾶς Παπᾶο διαπρήξασκε κεραυνὸς A 8r 116 στάθεά τε κεφαλήν θ’· ὁ δ’ ἄρ’ ὕπτιος ἐξετανύσθα 117 φοίνιον ἀμπνείων, τρομεροῖς ποσὶν οὖδας ἀράσσων 118 ὡς μόσχος, τὸν δαιτρὸς ἀνὴρ ξίφος ὀξὺ μεμαρπὼς 119 ἀρτιτόκω παρὰ ματρὸς ἑλὼν ἀπὸ λαιμὸν ἔκοψεν· 120 αἷμα δέ οἱ καναχαδὰ ῥέει, πνοιὰ δὲ βιᾶται, 121 ἀσπαίρει δὲ πόδεσσι, κατ’ ὀφθαλμῶν δέ οἱ ἀχλὺς 122 ἐκκέχυτ’ ἀλγινόεσσα, ῥέει δ’ ἀπὸ νήδυμον ἆσθμα 123 σῖγα δ〈ι〉’ ὠτειλᾶς βαρυαλγέος, εἷλε δὲ πότμος· 124 ὣς ὁ μὲν εἰσέτι νῦν κινέει χεῖράς τε πόδας τε 125 βαιὸν ἔθ’ ἁμιθνάς, οὔτ’ ἂρ σφυρὸν ὀρθὸν ἐγεῖραι 126 ψυχροῖς ἐν μελέεσσιν ἔχει σθένος, ἀλλὰ βέβλαπται· 127 προπρὸ δ’ ἄρ’ ὀφθαλμῶν Ἀΐδας ἀλεγεινὸς ἰδέσθαι 128 στρωφᾶται, Ποιναὶ δὲ περιτρύζουσιν ἀϊδναί. 129 τούτῳ δ’ ἀγχιμολῶν Χριστὸς τέλος αὐτίκα δώσει 130 ῥίψας εἰς Φλεγέθοντα κατ’ εὐρώεντα βέρεθρα. 131 ἐνθάδ’ ἀμείδητος μόρος ἔσσεται, ἐνθάδ’ ὀδόντων 132 κριγμὸς ἀεικέλιος στοναχῶν τ’ οὐ παῦσις ἀλάστων. 133 ἄρχετε Τευτονικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. 134 ἀρτιεπὲς Λουθᾶρε, τί τοι κλέος ἢ τίνα Μοῖσαν 135 ἐκφλύξαι πρέπον ἐστί; σὸν ὤνομα μεῖζον Ὀλύμπω, 136 μεῖζον ἀοιδοπόλων Μοισᾶν, πολὺ φέρτερον ὠδᾶς. 137 ἰσόθεος μόνος ἦσθα, Θεῷ μόνος εἴκελος ἄντην, 138 ἆθλον ἑλὼν πρώτιστον ἐν ἀγχιθέοισι προφήταις 139 καὶ στέφος ἐν μάρτυρσι φαάντατον ὀμβριμοθύμοις, 140 ἐν δὲ θεογλώσσοισι βροτῶν ἁλιεῦσιν ἄριστον A 8v 141 κῦδος ἔχων, μερόπων δυνατώτατος, ὀμβριμοεργὸς 142 καὶ σωτὴρ γενεᾶς ταλασίφρονος, ἁδὺς ἀκουάν, 143 ῥήτραν δ’ εὖ πιθανός, πειθοῦς φάος, ὄμβριμος αὐδάν, 144 μύθων τε ῥητὰρ πρακτάρ τε παναίολος ἔργων, 145 παντοδαής, θεοΐδρις, ἐπιστάμενος τά τ’ ἐόντα, 146 ἐσσόμενα πρό τ’ ἐόντα, θεαγορίας θεοφώνου 147 μύστας, κοσμάτωρ τε μελίρροος ἠδὲ σαφήτωρ, 148 ὠκεανὸς σοφίας θεοΐδμονος, ἁδυεπείας 149 φέγγος, ἀλιτροσύνας θεομισάτοιο διωκτής, 150 συμφράδμων, σύμβουλος, ὁμέστιος οὐρανιώνων, 151 εὔπτερος οὐρανόφοιτος, ὁμόθρονος ἀθανάτοισιν, 152 αὐτοπτὴρ τριάδος, χθόνιος θεός, ἴχνος ἀείρας 153 εἰς Θεὸν εὐσεβέεσσι πόθοις, ψαύων τε τραπέζας 154 νεκταρέας καὶ φθέγμα Θεῷ βασιλῆϊ συνάπτων. 155 ἄρχετε Τευτονικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. 156 πόσσα κάμες, θεόφημε, πόσους ἄντλασας ἀέθλους 157 χαλκομελές, πολύπειρε, θεοτρεφές, ἀγλαόμοχθε, 158 πουλυπαθές, ταλαεργέ, πολυτλάς, αἰὲν ἀτειρές, 159 θυμολέων, ἀκάμα, κόσμω μέγα θαῦμα, χελιδὼν 160 πνεύματος ἁγνοπόλοιο, Θεῶ λιγύμολπος ἀηδών, 161 πατρίδος ἁδυφαὴς ἀστήρ, θεόδεικτον ἄγαλμα, 162 κᾶπος ἐριπλοκάμων Χαρίτων , θεοτίμιε μάντι, 163 πᾶμ’ ὀλοὸν Παπᾶ ψυχάρπαγος αἱρεσιάρχα. 164 ἄρχετε Τευτονικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. 165 οὐ τόσσῳ φωστᾶρι μέγας ἀμαρύσσετο κόσμος, B 1r 166 ἐξ ὧ φῦλα βρότεια περιστείλαντο σαγάναις 167 μυστίπολοι ζωᾶς ἀμαράντου Χριστομαθαταί, 168 οὐδ’ ἔσεται τοῖός περ, ἕως ἀγχίρροπον ἕλξει 169 ἄμβροτος ἰθυδίκοισι Θεὸς χείρεσσι τάλαντον. 170 οἷον ἐν ὀρνίθεσσι μεταπρέπει ἀερίοισιν 171 αἰετὸς ὑψιπέτας, Διὸς ἄγγελος, ἔξοχα ταρσὸν 172 πάλλων ἠνεμόεντα, κράτος δέ οἱ οὐκ ἀλαπαδνόν· 173 τοῖον δὴ δυνάμει τε λόγων σοφίᾳ τε νομῆας 174 ἄλλους χρυσόγλωττος ἀνὴρ ἀπεκαίνυτο πολλόν. 175 οἶος πέπνυται, λοιποὶ σκιαὶ ἀΐσσουσιν . 176 ἄρχετε Τευτονικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. 177 νῦν, κύκνοι, προχέοιτε γοάμονος ᾄσματα θράνω, 178 οἷα κατὰ στομάτων κελαδεῖτ’, εὖτ’ οὐλοὸν ἦμαρ 179 ἄγχι παρεσ〈τ〉ήκει, γήρα δ’ ὑπὸ γυῖα λέλυνται, 180 ἀγλαΐα δ’ ἀπέφευγε, Θεὸς δ’, ᾧ Μοῦσα μέμηλε 181 μαντοσύνα τε, τίθασιν ὑπὸ φρεσὶν ἵμερον ᾠδᾶς, 182 ὔμμες δ’ αἰολόδακρυν ἰάλεμον ἀπύοντες 183 ἱμερτὸν στοναχεῖτε Καΰστριον ἀμφὶ ῥέεθρον 184 ἢ καὶ Στρυμονίοισι παρ’ ὕδασιν· αἱ δὲ φίλυγροι 185 Ναΐδες εἰσαΐουσι τάφῳ πεπλαγμέναι ἦτορ. 186 κύκνοι, Τευτονικοῖς ἀγγείλατε μαλοβοτῆρσιν, 187 ὅττι κύκνος δέδμητο θεοπρόπος, ὅττι σὺν αὐτῷ 188 καὶ τὸ μέλος τέθνακε καὶ ὤλετο θέσπις ἀοιδά . 189 ἄρχετε Τευτονικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. 190 ἀδόνες, ἐν θάμνοισι μελίσδετε πένθιμον ᾠδὰν B 1v 191 ποιμένι παπποφόνῳ, ζωαφόρον ὅστις ἔδειξε 192 σφαλλομένοις οἶμον προβάτοισιν ἐς ὑψίβατον δῶ , 193 ὃς τὸν Χριστοκάπηλον ἀπηνέος ἔσχεθεν ὁρμᾶς. 194 ὦ νύμφαι, θαλεροῖσι παρηΐδα τέγγετε θρόμβοις 195 αἴλιν’ ὀδυρόμεναι, κατὰ δ’ ἄνθεα ῥίψατε γαίης, 196 στέμματα δ’ ἐκ κεφαλέων κατατίλατε, κείρατε χαῖταν, 197 εἴπετε δ’ αὖ κώραις Ἀλεμανίσιν, εἴπατε πᾶσιν 198 ἀνδράσιν ἠδὲ γυναιξίν· „ἀπέφθιτο Τεύτονος Ὀρφεύς, 199 ὧ μελίφρων λιγυροῖσιν ἐφίζανε χείλεσι Πειθώ , 200 Πειθὼ σωσιάνειρα βροτῶν φρένα κεντίζουσα, 201 ζωοποιοῖς σπινθῆρσι θοὸν σέλας ὠδίνοισα 202 Πίστιος ἀρχεβίοιο, μόνη πόλον ἅτις ἀνοίγει.“ 203 ἄρχετε Τευτονικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. 204 κεῖνος ὁ τῶν ἄρκτων κρυερὸς φόβος οὐκέτι μέλπει· 205 κεῖνος ὁ τῶν θηρῶν ῥήξας σθένος ἀγριοδαίτων, 206 κεῖνος ὁ ταῖς ἀγέλαισιν ὀνάσιμος, ἐσθλὸν ἔρεισμα 207 μανδρῶν τε σταθμῶν τε λελασμένος ᾤχετο μολπᾶς. 208 νῦν δὲ παρ’ ἀθανάτοισι θεοῖς μέλος ἄμβροτον ᾄδει 209 καδοσυνῶν ἐπίλαθον, ἀχέων θέλγατρον ἁπάντων. 210 ὤρεα δ’ ἐστὶν ἄφωνα, σεσίγανται δὲ σύριγγες, 211 οὔτ’ αὐλοὶ κλάσδοντι· βόες δέ μιν αἰὲν ἔρημαι 212 μακηθμῷ ποθέοντι καὶ οὐκ ἐθέλοντι νέμεσθαι· 213 ἄρνες ἀλωόμεναι πάντῃ φοιτᾶντι· λύκος δὲ 214 ἐγγύθεν εὐρυχανὲς χαίνων στόμα (οὐδὲ φυλακτὴρ 215 ἐστὶ Θεοῦ ποιμνὴν φρουρέων καὶ λοιγὸν ἀλάλκων) B 2r 216 ἔς τε νομὰν ἐλάοι, κράνας δ’ ἐπὶ νᾶμα πελάσδοι. 217 αἲ αἲ, ποίμνια πάντα κακὸς λύκος αὐτίκα δάψει. 218 ἄρχετε Τευτονικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. 219 τίς βροτὸς ἠγνοίασε τεὸν μόρον ἀξιόθρανον, 220 ὦ μήστωρ θεόλατρι, θεόσδοτε, Χριστοδίδακτορ; 221 τίς βροτὸς οὐκ ᾤμωξε χέων κατὰ δάκρυ παρειᾶν 222 ἔνθε τ’ ἀμαχανίᾳ βεβολαμένος ἄλγεα πάσχε; 223 κόσμος ὅλος πένθασε, καλὸν δ’ ἤμειψε πρόσωπον 224 οὐρανὸς ἑσσάμενος μελανόχροον ἀμφὶ κάλυπτρον, 225 ἀέλιος δ’ ἤσχαλλε μελακρήδεμνον ὁμίχλαν 226 ἀμφιβαλὼν πώλοισι, συνάχνυτο δ’ Ἀριγένεια 227 πυκνὸν δάκρυ χέουσα κατ’ ἀμβροσίοιο προσώπω, 228 ὥς ποτε θυμὸν ἄμυσσε νέον περὶ παιδὶ δαμέντι, 229 εὖτε θεὼς στυγέοισα ποτὶ ζόφον ἔτραπεν ἅρμα. 230 καὶ Μάνα στονόεντα δι’ αἰθέρος ὁλκὸν ἄγοισα 231 νύκτα κατὰ δροσερὰν ὀλοφύρατο, λαμπρὰ δ’ ἄχευεν 232 ἄστρ’ ὑπὸ μαρμαρυγᾷ λιποφεγγέϊ νυκτὸς ἀμολγῷ. 233 ἀγγελικὰ λύπασεν ὁμήγυρις αἰθέρος ἔνδον· 234 αὐτὰρ ὅμως καὶ χαῖρον, ἐπεί σφισιν ἄγχι βέβακας 235 εἰλαπίνας μετέχων ὁμοτερπέος. αἰνὸς ὀρώρει 236 κλαυθμὸς ἐν ἀνθρώποισι· τάχ’ ὕδατα δάκρυα γέντο, 237 ἄνθεα δ’ εἰαρινῇσιν ἐν ὥραις πάντ’ ἐμαράνθη, 238 δένδρεα φύλλ’ ἀπέριψε, γάνος δ’ ἔλιπ’ οὔθατα μάλων, 239 οὐδὲ καμεῖν σίμβλοισι συνηρεφέεσσι μέλισσαι 240 ἤθελον ἀνθοπαγῆ γλυκερὸν πόνον, ὡς ἴδον ἱροῦ B 2v 241 νέκταρος ἐκ γλώσσης σέθεν οὐκέτι νᾶμα κατείβειν. 242 ἄρχετε Τευτονικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. 243 οὐ τόσον ἐν σκοπέλοισι πολυσμαράγοιο θαλάσσης 244 Ἀλκυόνα θαλεροῖο ποθᾷ κατετάκετ’ ἀκοίτεω· 245 οὐ τόσον ἀργαλέῃσι μεληδόσιν ἴσχετο δειλά, 246 εὖθ’ ὑπὸ χειμερίῃσι καταιγίσιν οἶκ[τρ]ος ἐβρύχθη· 247 οὐ τόσσον φιλότεκνος ἀποθράνησε χελιδὼν 248 ὃν γόνον, ὅν τις ὄλεσσε, φίλαν δ’ ἐκένωσε καλιάν· 249 οὐ τόσον ἐν πετάλοισι τανυσκεπέεσσιν ἀηδὼν 250 μύρεται ἀμφὶ τέκεσσι, τά οἱ Διὸς ᾤχετ’ ἀπούρας 251 ὄρνις εἰσέτ’ ἄπτηνα, γόον δ’ ἐπέθηκε τεκούσῃ· 252 ὅσσον ἀποφθιμένοιο κατωδύραντο προφήτου 253 Χριστοσεβεῖς συνάπαντες ἀνὰ Γερμανίδα γαῖαν. 254 ἄρχετε Τευτονικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. 255 τίς δύναται, Λουθᾶρε, τεοῖς μύθοισιν ἐρίσδεν, 256 ὑψαγόρας περ ἐών, οἵ τοι τάχα πρᾶξις ἔγεντο, 257 εὖτ’ ἂν δὴ τὸ πρῶτον ἀμείψηθ’ ἕρκος ὀδόντων. 258 τίς δ’ ἐπὶ σοῖς ἀέθλοις θάσει χέρα; τίς θρασὺς οὕτως, 259 ὅς κ’ ἐθέλοι σοφίᾳ τε καὶ ἔργμασιν ἀντιφέρεσθαι 260 ἔξοχ’ ἀριστεύοντι καὶ ἐν πρώτοισιν ἐόντι; 261 οὔτις ἀνὴρ τοσσόνδε Θεῷ πεφιλάσεται ἄλλος, 262 ὃς μετὰ Λουθᾶρον θεοείκελον αὖχος ἔχοντα 263 ἢ τρίτος ἠὲ τέταρτος ἔοι; τίς δεύτερος ἔσται, 264 τίς πρῶτος, τίς ὁμοῖος; ἀπέρρετε πάντες ἀλιτροί, 265 οἵτινες εὐχετάασθε προσείκελον εὖχος ἀεῖραι. B 3r 266 ἐστὶ δ’ ὅ γε πρῶτος καὶ ἔσσεται, οὐδέ μιν ἄλλος 267 ἰδρείῃ τ’ ἀρετᾷ τε παρατρέξει βροτὸς ἀνήρ. 268 εἰσέτι γὰρ κείνοιο πνέει χεῖλός τε καὶ ἔργον· 269 μιμεῖσθαι δ’ οὐδεὶς δύναται, μάλα περ κρατερόφρων. 270 ἄρχετε Τευτονικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. 271 κλαίει καὶ Καθαρῖνα τεὸν μόρον ἁ καθαρόφρων 272 κουριδία Χριστοῖο θεόφρονα τέκνα τεκοῦσα, 273 νωλεμέως ποθέουσα τεὸν μέλος, ἅν ποκ’ ἔτερπες 274 ἑσδομέναν σέθεν ἄγχι παρ’ ἀϊόνεσσι θαλάσσας, 275 ἁ καλὰ Καθαρῖνα, τεῒν προτὶ τερπνὰ γελῶσα, 276 εἰς σ’ ἄμοτον στρέψασά γ’ ἀειμείδητον ὀπωπάν. 277 οὐ γὰρ ἴσον Κύκλωπι μελίσδεο βαρβαροφώνῳ 278 ἀνδροβόρῳ ναίοντι κατὰ 〈σ〉πέσιν Αὐσονίοισιν· 279 ἔνθ’ ὅ γε τλησιπόνων ἀνδρῶν φάγε, νηλέα εἰδώς, 280 ἔγκατά τε σάρκας τε καὶ ὀστέα μυελόεντα. 281 τὸν δ’ ἄρα ποππύσδοντα Θεῶ φύγε πότνια μναστά, 282 σοί τε περιπλέξασα βραχίονας ἅσυχ’ ἴαυε. 283 καὶ νῦν λασ[τ]αμένα τῶ χάρματος ἐν ψαμάθοισιν 284 ἵζεται αἰσχύνοισα καλὸν δέμας, ἐκ δέ οἱ εἶδος 285 ἀμβρόσιον χροὸς ἔρρε, φθίνει δέ οἱ ἀγλαὸς αἰών, 286 σεῖο δ’ ἀπερχομένοιο βοὰν ἔτι σεῖο νομεύει. 287 αἲ αἲ τὰν Καθαρῖναν· ἀπώλεσε φέρτατον ἀνδρῶν· 288 οὐ τοῖός μιν ἔτ’ ἄλλος ἀνιάζουσαν ἰαίνει. 289 ἄρχετε Τευτονικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. 290 θεῖέ, τοι, ὦ βούτα, ξυγκάτθανε ποικίλα Μουσᾶν B 3v 291 δῶρα· θεοφραδέων τεχνᾶν κλέος οὐκέτι λάμπει· 292 εἰς ὀρφνὰν λογίων σέλας ἔμπαλιν, ὥς ποτε, νεύει. 293 πάντας ἐπεστόμισας δεδμημένος· εἰσὶν ἀναυδεῖς 294 βώτορες οὐρανίων τ’ ὀΐων καὶ ῥήτορες ἔργων 295 θειοπόνων· Χριστοῖο θρόος περὶ πᾶς ἐπέπαυτο. 296 παίγνια δοξισόφοισι τεαὶ μελιηδέες ᾠδαὶ 297 ἠδὲ γέλως φυλάκεσσι τετεύχαται· οὔ τις ἀριθμὸς 298 σῶν γραφίδων, οὔ τις λόγος ὕστερον οὐδέ τις ὤρα. 299 ἄρχετε Τευτονικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. 300 ποῖ ψυχὰ προλιποῖσα τεὸν δέμας ἀγλαόμορφον 301 ἦλθεν ἀφιπταμένα; ποῖ τοι μυχός, ᾗχι κέκευθεν; 302 οἶδα γάρ, ὡς μόριμον γῆς ἄπνοον ἔλλαχε σῶμα 303 καὶ κτερέων· ψυχῆς δ’ ἀφανὴς δρόμος· ἦ γὰρ ἀειδής. 304 δέξατό σ’ Ἠλυσίου χλοερὸν πέδον ἑρσάεντος , 305 ψυχὰ δ’ αὖ λειμῶνα βαθύχλοον ἀμφιποτᾶται, 306 ἔνθα πατὴρ μακάρεσσι νόοις σ’ ὁμότιμον ἔθηκε 307 παγγενέτης Χριστῷ τ’ ἀγχίθρονον, ἔνθα παρέσσι 308 εἰλαπίναις θαλίαισι θεῶν καὶ νέκταρα πίνεις 309 καὶ σῖτον βρώσκεις λαθικηδέα· χρυσέον οἰκεῖς 310 δῶμα, νέα δέ σ’ ἔχει βιοτᾶς πολυτερπέος ἅβα. 311 ναίεις δ’ ἔν τε νάπαισι καὶ ἄλσεσιν ἁδυφυτεύτοις 312 εἴαρι τερπόμενος νεοτερπέϊ νωλεμὲς αἰεί. 313 ἀμφὶ δὲ σοὶ βιότοιο λιγυπνείοντες ἀῆται 314 ἁβροσύναν εἰλεῦσι λυγρῶν τ’ ἄμπαυμα μεριμνῶν. 315 θασαυρὼς δὲ θεῶν μυστάριά τ’ ἄμμιν ἄφραστα B 4r 316 εἰσοράᾳς· μεμάθακας ἀπ’ εἰκόνος αἰὲν ἀμέλγων 317 τέρψιν ἀειζώοιο Θεοῦ , νεπόδεσσιν ὁμιλῶν 318 εἰς βουλάν, εἰς δαῖτα πανάγυριν εἴς τ’ ὀαρισμὸν 319 λάτρισιν, οἳ ναίοντι Θεῶ πολυχανδέ’ ἀλωάν· 320 οἱ δέ σε κυδαίνουσι θεὸν ὡς ἀμφικυκλεῦντες. 321 τύνη δ’ ἐν πάντεσσιν ἑωθινὸς ἠΰτε φωστὴρ 322 μαρμαίρεις, στεφάνοις δὲ τεὸν θαλερόμματος Ἅβα 323 βόστρυχον ἁδυπνόοισι πλέκει, μέγα δ’ εἶδος ὀφέλλει. 324 χαῖρε δέ μοι, Λουθᾶρε, θεῶν γένος, ἀγλαὸν ἔρνος 325 αἰθέρος ἀθανάτων τε γάνος καὶ κόσμος ἀρούρας, 326 ἁδυεπές, χαριδῶτα, θεογραφίας σθένος ἠῢ 327 θευλογίης τε κεραυνέ, θεοπτολέμων ἀφανιστήρ, 328 Χριστομάχω δματὴρ Παπᾶ, σωτὴρ θεοπ〈ε〉ιθέων. 329 ἄρχετε Τευτονικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. 330 χαῖρε, θεοῖς ἐνάριθμε, νέον σέλας Οὐλύμποιο . 331 ἵλαος δ’ ἐρατᾶς ὑποδέχνυσο κόσμον ἀοιδᾶς· 332 οὐκ ἀρκέω μεγάλοισι τεοῖς, ὦ πάμμακαρ, αἴνοις, 333 ἀμφασίᾳ δ’ ἔχομαι· σχέθε μοι χέρα, παῦσον ἐρωὰν 334 μαψιδίαν, φίλε Φοῖβ’· οὔ μοι χάδε νήπιον ἦτορ 335 ἐκφράσδειν νοέειν τε, τὰ μὴ πτύχες Οὐλύμποιο 336 εὐρυχανεῖς χαδέουσι καὶ ἄπλετα κλίματα κόσμου· 337 τόσσα, θαυμασιουργέ , τεά, ΛΟΥΘΑΡΕ, κλεαδών.
Springe hoch zu Main